ταῦτα ὡς ἀπενειχθέντα ἐπύθοντο οἱ Σκύθαι , ἐβουλεύοντο ἰθυμαχίην μὲν μηδεμίαν ποιέεσθαι ἐκ τοῦ ἐμφανέος , ὅτε δὴ σφι οὗτοι γε σύμμαχοι οὐ προσεγίνοντο , ὑπεξιόντες δὲ καὶ ὑπεξελαύνοντες τὰ φρέατα τὰ παρεξίοιεν αὐτοὶ καὶ τὰς κρήνας συγχοῦν , τὴν ποίην τε ἐκ τῆς γῆς ἐκτρίβειν , διχοῦ σφέας διελόντες .
καὶ πρὸς μὲν τὴν μίαν τῶν μοιρέων , τῆς ἐβασίλευε Σκώπασις , προσχωρέειν Σαυρομάτας · τούτους μὲν δὴ ὑπάγειν , ἢν ἐπὶ τοῦτο τράπηται ὁ Πέρσης ἰθὺ Τανάιδος ποταμοῦ παρὰ τὴν Μαιῆτιν λίμνην ὑποφεύγοντας , ἀπελαύνοντος τε τοῦ Πέρσεω ἐπιόντας διώκειν . αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης , τεταγμένη ταύτην τὴν ὁδὸν ἥ περ εἴρηται · τὰς
δὲ δύο τῶν βασιληίων , τήν τε μεγάλην τῆς ἦρχε Ἰδάνθυρσος καὶ τὴν τρίτην τῆς ἐβασίλευε Τάξακις , συνελθούσας ἐς τὠυτὸ καὶ Γελωνῶν τε καὶ Βουδίνων προσγενομένων , ἡμέρης καὶ τούτους ὁδῷ προέχοντας τῶν Περσέων ὑπεξάγειν , ὑπιόντας τε καὶ ποιεῦντας τὰ βεβουλευμένα · πρῶτα
μέν νυν ὑπάγειν σφέας ἰθὺ τῶν χωρέων τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην , ἵνα καὶ τούτους ἐκπολεμώσωσι · εἰ γὰρ μὴ ἑκόντες γε ὑπέδυσαν τὸν πόλεμον τὸν πρὸς Πέρσας , ἀλλʼ ἀέκοντας ἐκπολεμώσειν · μετὰ δὲ τοῦτο ὑποστρέφειν ἐς τὴν σφετέρην καὶ ἐπιχειρέειν , ἢν δὴ βουλευομένοισι δοκέῃ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.