οὕτω μὲν αὕτη ἐγνώσθη τὸ πρῶτον , μετὰ δὲ Καρχηδόνιοι εἰσὶ οἱ λέγοντες · ἐπεὶ Σατάσπης γε ὁ Τεάσπιος ἀνὴρ Ἀχαιμενίδης οὐ περιέπλωσε Λιβύην , ἐπʼ αὐτὸ τοῦτο πεμφθείς , ἀλλὰ δείσας τό τε μῆκος τοῦ πλόου καὶ τὴν ἐρημίην ἀπῆλθε ὀπίσω , οὐδʼ ἐπετέλεσε τὸν ἐπέταξε οἱ ἡ μήτηρ ἄεθλον . θυγατέρα
γὰρ Ζωπύρου τοῦ Μεγαβύζου ἐβιήσατο παρθένον · ἔπειτα μέλλοντος αὐτοῦ διὰ ταύτην τὴν αἰτίην ἀνασκολοπιεῖσθαι ὑπὸ Ξέρξεω βασιλέος , ἡ μήτηρ τοῦ Σατάσπεος ἐοῦσα Δαρείου ἀδελφεὴ παραιτήσατο , φᾶσά οἱ αὐτὴ μέζω ζημίην ἐπιθήσειν ἤ περ ἐκεῖνον · Λιβύην
γάρ οἱ ἀνάγκην ἔσεσθαι περιπλώειν , ἐς ὃ ἂν ἀπίκηται περιπλέων αὐτὴν ἐς τὸν Ἀράβιον κόλπον . συγχωρήσαντος δὲ Ξέρξεω ἐπὶ τούτοισι , ὁ Σατάσπης ἀπικόμενος ἐς Αἴγυπτον καὶ λαβὼν νέα τε καὶ ναύτας παρὰ τούτων ἔπλεε ἐπὶ Ἡρακλέας στήλας · διεκπλώσας
δὲ καὶ κάμψας τὸ ἀκρωτήριον τῆς Λιβύης τῷ οὔνομα Σολόεις ἐστί , ἔπλεε πρὸς μεσαμβρίην · περήσας δὲ θάλασσαν πολλὴν ἐν πολλοῖσι μησί , ἐπείτε τοῦ πλεῦνος αἰεὶ ἔδεε , ἀποστρέψας ὀπίσω ἀπέπλεε ἐς Αἴγυπτον . ἐκ δὲ
ταύτης ἀπικόμενος παρὰ βασιλέα Ξέρξεα ἔλεγε φὰς τὰ προσωτάτω ἀνθρώπους μικροὺς παραπλέειν ἐσθῆτι φοινικηίῃ διαχρεωμένους , οἳ ὅκως σφεῖς καταγοίατο τῇ νηὶ φεύγεσκον πρὸς τὰ ὄρεα λείποντες τὰς πόλιας · αὐτοὶ δὲ ἀδικέειν οὐδὲν ἐσιόντες , βρωτὰ δὲ μοῦνα ἐξ αὐτέων λαμβάνειν . τοῦ δὲ
μὴ περιπλῶσαι Λιβύην παντελέως αἴτιον τόδε ἔλεγε , τὸ πλοῖον τὸ πρόσω οὐ δυνατὸν ἔτι εἶναι προβαίνειν ἀλλʼ ἐνίσχεσθαι . Ξέρξης δὲ οὔ οἱ συγγινώσκων λέγειν ἀληθέα οὐκ ἐπιτελέσαντά τε τὸν προκείμενον ἄεθλον ἀνεσκολόπισε , τὴν ἀρχαίην δίκην ἐπιτιμῶν . τούτου
δὲ τοῦ Σατάσπεος εὐνοῦχος ἀπέδρη ἐς Σάμον , ἐπείτε ἐπύθετο τάχιστα τὸν δεσπότεα τετελευτηκότα , ἔχων χρήματα μεγάλα , τὰ Σάμιος ἀνὴρ κατέσχε , τοῦ ἐπιστάμενος τὸ οὔνομα ἑκὼν ἐπιλήθομαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.