τέταρτον δὴ τοῦτο ἐπὶ τὴν Ἀττικὴν ἀπικόμενοι Δωριέες , δίς τε ἐπὶ πολέμῳ ἐσβαλόντες καὶ δὶς ἐπʼ ἀγαθῷ τοῦ πλήθεος τοῦ Ἀθηναίων , πρῶτον μὲν ὅτε καὶ Μέγαρα κατοίκισαν · οὗτος ὁ στόλος ἐπὶ Κόδρου βασιλεύοντος Ἀθηναίων ὀρθῶς ἂν καλέοιτο · δεύτερον δὲ καὶ τρίτον ὅτε ἐπὶ Πεισιστρατιδέων ἐξέλασιν ὁρμηθέντες ἐκ Σπάρτης ἀπίκοντο , τέταρτον δὲ τότε ὅτε ἐς Ἐλευσῖνα Κλεομένης ἄγων Πελοποννησίους ἐσέβαλε . οὕτω τέταρτον τότε Δωριέες ἐσέβαλον ἐς Ἀθήνας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.