ἐξ Ἐρετρίης δὲ ὁρμηθέντες διὰ ἑνδεκάτου ἔτεος ἀπίκοντο ὀπίσω , καὶ πρῶτον τῆς Ἀττικῆς ἴσχουσι Μαραθῶνα . ἐν δὲ τούτῳ τῷ χώρῳ σφι στρατοπεδευομένοισι οἵ τε ἐκ τοῦ ἄστεος στασιῶται ἀπίκοντο ἄλλοι τε ἐκ τῶν δήμων προσέρρεον , τοῖσι ἡ τυραννὶς πρὸ ἐλευθερίης ἦν ἀσπαστότερον .
οὗτοι μὲν δὴ συνηλίζοντο , Ἀθηναίων δὲ οἱ ἐκ τοῦ ἄστεος , ἕως μὲν Πεισίστρατος τὰ χρήματα ἤγειρε , καὶ μεταῦτις ὡς ἔσχε Μαραθῶνα , λόγον οὐδένα εἶχον · ἐπείτε δὲ ἐπύθοντο ἐκ τοῦ Μαραθῶνος αὐτὸν πορεύεσθαι ἐπὶ τὸ ἄστυ , οὕτω δὴ βοηθέουσι ἐπʼ αὐτόν . καὶ
οὗτοί τε πανστρατιῇ ἤισαν ἐπὶ τοὺς κατιόντας καὶ οἱ ἀμφὶ Πεισίστρατον , ὡς ὁρμηθέντες ἐκ Μαραθῶνος ἤισαν ἐπὶ τὸ ἄστυ , ἐς τὠυτὸ συνιόντες ἀπικνέονται ἐπὶ Παλληνίδος Ἀθηναίης ἱρόν , καὶ ἀντία ἔθεντο τὰ ὅπλα . ἐνθαῦτα
θείῃ πομπῇ χρεώμενος παρίσταται Πεισιστράτῳ Ἀμφίλυτος ὁ Ἀκαρνὰν χρησμολόγος ἀνήρ , ὅς οἱ προσιὼν χρᾷ ἐν ἑξαμέτρῳ τόνῳ τάδε λέγων · ἔρριπται
δʼ ὁ βόλος , τὸ δὲ δίκτυον ἐκπεπέτασται , θύννοι1δʼ οἰμήσουσι σεληναίης διὰ νυκτός .1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.