οἱ δὲ Ἕλληνες ὡς ἐπύθοντο οἰχωκότας τοὺς βαρβάρους ἐς τὴν ἤπειρον , ἤχθοντο ὡς ἐκπεφευγότων ἀπορίῃ τε εἴχοντο ὅ τι ποιέωσι , εἴτε ἀπαλλάσσωνται ὀπίσω εἴτε καταπλέωσι ἐπʼ Ἑλλησπόντου . τέλος δὲ ἔδοξε τούτων μὲν μηδέτερα ποιέειν , ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον .
παρασκευασάμενοι ὦν ἐς ναυμαχίην καὶ ἀποβάθρας καὶ ἄλλα ὅσων ἔδεε , ἔπλεον ἐπὶ τῆς Μυκάλης . ἐπεὶ δὲ ἀγχοῦ τε ἐγίνοντο τοῦ στρατοπέδου καὶ οὐδεὶς ἐφαίνετό σφι ἐπαναγόμενος , ἀλλʼ ὥρων νέας ἀνελκυσμένας ἔσω τοῦ τείχεος , πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν , ἐνθαῦτα πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων , ἐγχρίμψας τῷ αἰγιαλῷ τὰ μάλιστα , Λευτυχίδης ὑπὸ κήρυκος προηγόρευε τοῖσι Ἴωσι λέγων ἄνδρες
Ἴωνες , οἳ ὑμέων τυγχάνουσι ἐπακούοντες , μάθετε τὰ λέγω · πάντως γὰρ οὐδὲν συνήσουσι Πέρσαι τῶν ἐγὼ ὑμῖν ἐντέλλομαι . ἐπεὰν συμμίσγωμεν , μεμνῆσθαι τινὰ χρὴ ἐλευθερίης μὲν πάντων πρῶτον , μετὰ δὲ τοῦ συνθήματος Ἥβης . καὶ τάδε ἴστω καὶ ὁ μὴ ἀκούσας ὑμέων πρὸς τοῦ ἀκούσαντος .
ὡυτὸς δὲ οὗτος ἐὼν τυγχάνει νόος τοῦ πρήγματος καὶ ὁ Θεμιστοκλέος ὁ ἐπʼ Ἀρτεμισίῳ · ἢ γὰρ δὴ λαθόντα τὰ ῥήματα τοὺς βαρβάρους ἔμελλε τοὺς Ἴωνας πείσειν , ἢ ἔπειτα ἀνενειχθέντα ἐς τοὺς βαρβάρους ποιήσειν ἀπίστους τοῖσι Ἕλλησι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.