καὶ οὐ γὰρ ἐπαύοντο σινόμενοι , εἰκοστῇ ἡμέρῃ ἔλεξε τοῖσι Θηβαίοισι Τιμηγενίδης τάδε . ἄνδρες Θηβαῖοι , ἐπειδὴ οὕτω δέδοκται τοῖσι Ἕλλησι , μὴ πρότερον ἀπαναστῆναι πολιορκέοντας ἢ ἐξέλωσι Θήβας ἢ ἡμέας αὐτοῖσι παραδῶτε , νῦν ὦν ἡμέων εἵνεκα γῆ ἡ Βοιωτίη πλέω μὴ ἀναπλήσῃ ,
ἀλλʼ εἰ μὲν χρημάτων χρηίζοντες πρόσχημα ἡμέας ἐξαιτέονται , χρήματά σφι δῶμεν ἐκ τοῦ κοινοῦ (σὺν γὰρ τῷ κοινῷ καὶ ἐμηδίσαμεν οὐδὲ μοῦνοι ἡμεῖς ) , εἰ δὲ ἡμέων ἀληθέως δεόμενοι πολιορκέουσι , ἡμεῖς ἡμέας αὐτοὺς ἐς ἀντιλογίην παρέξομεν . κάρτα τε ἔδοξε εὖ λέγειν καὶ ἐς καιρόν , αὐτίκα τε ἐπεκηρυκεύοντο πρὸς Παυσανίην οἱ Θηβαῖοι θέλοντες ἐκδιδόναι τοὺς ἄνδρας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.