ἅσσα δέ σφι ποιέειν οὐκ ἔξεστι , ταῦτα οὐδὲ λέγειν ἔξεστι . αἴσχιστον δὲ αὐτοῖσι τὸ ψεύδεσθαι νενόμισται , δεύτερα δὲ τὸ ὀφείλειν χρέος , πολλῶν μὲν καὶ ἄλλων εἵνεκα , μάλιστα δὲ ἀναγκαίην φασὶ εἶναι τὸν ὀφείλοντα καί τι ψεῦδος λέγειν . ὃς ἂν δὲ τῶν ἀστῶν λέπρην ἢ λεύκην ἔχῃ , ἐς πόλιν οὗτος οὐ κατέρχεται οὐδὲ συμμίσγεται τοῖσι ἄλλοισι Πέρσῃσι · φασὶ δέ μιν ἐς τὸν ἥλιον ἁμαρτόντα τι ταῦτα ἔχειν .
ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τουτέων πολλοὶ ἐξελαύνουσι ἐκ τῆς χώρης , καὶ τὰς λευκὰς περιστεράς , τὴν αὐτὴν αἰτίην ἐπιφέροντες . ἐς ποταμὸν δὲ οὔτε ἐνουρέουσι οὔτε ἐμπτύουσι , οὐ χεῖρας ἐναπονίζονται , οὐδὲ ἄλλον οὐδένα περιορῶσι , ἀλλὰ σέβονται ποταμοὺς μάλιστα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.