τοῦτον δʼ ἔτι τὸν χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον τά τε ἄλλα καὶ δίκας διαβαίνοντες ἐς Ἐπίδαυρον ἐδίδοσάν τε καὶ ἐλάμβανον παρʼ ἀλλήλων οἱ Αἰγινῆται · τὸ δὲ ἀπὸ τοῦδε νέας τε πηξάμενοι καὶ ἀγνωμοσύνῃ χρησάμενοι ἀπέστησαν ἀπὸ τῶν Ἐπιδαυρίων .
ἅτε δὲ ἐόντες διάφοροι ἐδηλέοντο αὐτούς , ὥστε θαλασσοκράτορες ἐόντες , καὶ δὴ καὶ τὰ ἀγάλματα ταῦτα τῆς τε Δαμίης καὶ τῆς Αὐξησίης ὑπαιρέονται αὐτῶν , καί σφεα ἐκόμισάν τε καὶ ἱδρύσαντο τῆς σφετέρης χώρης ἐς τὴν μεσόγαιαν , τῇ Οἴη μὲν ἐστὶ οὔνομα , στάδια δὲ μάλιστά κῃ ἀπὸ τῆς πόλιος ὡς εἴκοσι ἀπέχει . ἱδρυσάμενοι
δὲ ἐν τούτῳ τῷ χώρῳ θυσίῃσί τε σφέα καὶ χοροῖσι γυναικηίοισι κερτομίοισι ἱλάσκοντο , χορηγῶν ἀποδεικνυμένων ἑκατέρῃ τῶν δαιμόνων δέκα ἀνδρῶν · κακῶς δὲ ἠγόρευον οἱ χοροὶ ἄνδρα μὲν οὐδένα , τὰς δὲ ἐπιχωρίας γυναῖκας . ἦσαν δὲ καὶ τοῖσι Ἐπιδαυρίοισι αἱ αὐταὶ ἱροεργίαι · εἰσὶ δέ σφι καὶ ἄρρητοι ἱρουργίαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.