Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν · ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος , χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Ἡσίπεια οὔνομα , μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι . ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο , ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι ·
καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον τὸ ἐπίκοινα ἔχρησε ἡ Πυθίη τούτοισί τε καὶ Μιλησίοισι , λέγον ὧδε . ἀλλʼ
ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα1καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται ,1Ἀργείων ἀμφιδρυφέας τότε θήσει .1ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων1ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς .1
ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε . καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι , δόξαν δέ σφι ἐποίεον τοιόνδε · ὅκως ὁ Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι , ἐποίευν καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.