τὸ δὲ πρὸς βορέω τῆς χώρης ἔτι ταύτης οὐδεὶς ἔχει φράσαι τὸ ἀτρεκὲς οἵτινες εἰσὶ ἄνθρωποι οἰκέοντες αὐτήν , ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴστρου ἔρημος χώρη φαίνεται ἐοῦσα καὶ ἄπειρος . μούνους δὲ δύναμαι πυθέσθαι οἰκέοντας πέρην τοῦ Ἴστρου ἀνθρώπους τοῖσι οὔνομα εἶναι Σιγύννας , ἐσθῆτι δὲ χρεωμένους Μηδικῇ ·
τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν , μικροὺς δὲ καὶ σιμοὺς καὶ ἀδυνάτους ἄνδρας φέρειν , ζευγνυμένους δὲ ὑπʼ ἅρματα εἶναι ὀξυτάτους · ἁρματηλατέειν δὲ πρὸς ταῦτα τοὺς ἐπιχωρίους . κατήκειν δὲ τούτων τοὺς οὔρους ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ . εἶναι
δὲ Μήδων σφέας ἀποίκους λέγουσι . ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι , ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι , γένοιτο δʼ ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ . Σιγύννας δʼ ὦν καλέουσι Δίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους , Κύπριοι δὲ τὰ δόρατα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.