τοὺς δὲ δούλους οἱ Σκύθαι πάντας τυφλοῦσι τοῦ γάλακτος εἵνεκεν τοῦ πίνουσι ποιεῦντες ὧδε . ἐπεάν φυσητῆρας λάβωσι ὀστεΐνους αὐλοῖσι προσεμφερεστάτους , τούτους ἐσθέντες ἐς τῶν θηλέων ἵππων τά ἄρθρα φυσῶσι τοῖσι στόμασι , ἄλλοι δὲ ἄλλων φυσώντων ἀμέλγουσι . φασὶ δὲ τοῦδε εἵνεκα τοῦτο ποιέειν · τὰς φλέβας τε πίμπλασθαι φυσωμένας τῆς ἵππου καὶ τὸ οὖθαρ κατίεσθαι . ἐπεὰν
δὲ ἀμέλξωσι τὸ γάλα , ἐσχέαντες ἐς ξύλινα ἀγγήια κοῖλα καὶ περιστίξαντες κατὰ τὰ ἀγγήια τοὺς τυφλοὺς δονέουσι τὸ γάλα , καὶ τὸ μὲν αὐτοῦ ἐπιστάμενον ἀπαρύσαντες ἡγεῦνται εἶναι τιμιώτερον , τό δʼ ὑπιστάμενον ἧσσον τοῦ ἑτέρου . τούτων μὲν εἵνεκα ἅπαντα τὸν ἂν λάβωσι οἱ Σκύθαι ἐκτυφλοῦσι . οὐ γὰρ ἀρόται εἰσὶ ἀλλὰ νομάδες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.