καὶ οἳ μὲν ταῦτα ἐποίεον , τοῖσι προσέκειτο αὕτη ἡ ἄχαρις τιμή , τὰς δὲ ἄλλοι ἀρχιτέκτονες ἐζεύγνυσαν . ἐζεύγνυσαν δὲ ὧδε , πεντηκοντέρους καὶ τριήρεας συνθέντες , ὑπὸ μὲν τὴν πρὸς τοῦ Εὐξείνου πόντου ἑξήκοντά τε καὶ τριηκοσίας , ὑπὸ δὲ τὴν ἑτέρην τεσσερεσκαίδεκα καὶ τριηκοσίας , τοῦ μὲν Πόντου ἐπικαρσίας τοῦ δὲ Ἑλλησπόντου κατὰ ῥόον , ἵνα ἀνακωχεύῃ τὸν τόνον τῶν ὅπλων ·
συνθέντες δὲ ἀγκύρας κατῆκαν περιμήκεας , τὰς μὲν πρὸς τοῦ Πόντου τῆς ἑτέρης τῶν ἀνέμων εἵνεκεν τῶν ἔσωθεν ἐκπνεόντων , τῆς δὲ ἑτέρης πρὸς ἑσπέρης τε καὶ τοῦ Αἰγαίου ζεφύρου τε καὶ νότου εἵνεκα . διέκπλοον δὲ ὑπόφαυσιν κατέλιπον τῶν πεντηκοντέρων καὶ τριηρέων , ἵνα καὶ ἐς τὸν Πόντον ἔχῃ ὁ βουλόμενος πλέειν πλοίοισι λεπτοῖσι καὶ ἐκ τοῦ Πόντου ἔξω . ταῦτα
δὲ ποιήσαντες κατέτεινον ἐκ γῆς στρεβλοῦντες ὄνοισι ξυλίνοισι τὰ ὅπλα , οὐκέτι χωρὶς ἑκάτερα τάξαντες , ἀλλὰ δύο μὲν λευκολίνου δασάμενοι ἐς ἑκατέρην , τέσσερα δὲ τῶν βυβλίνων . παχύτης μὲν ἦν ἡ αὐτὴ καὶ καλλονή , κατὰ λόγον δὲ ἐμβριθέστερα ἦν τὰ λίνεα , τοῦ τάλαντον ὁ πῆχυς εἷλκε . ἐπειδὴ
δὲ ἐγεφυρώθη ὁ πόρος , κορμοὺς ξύλων καταπρίσαντες καὶ ποιήσαντες ἴσους τῆς σχεδίης τῷ εὔρεϊ κόσμῳ ἐτίθεσαν κατύπερθε τῶν ὅπλων τοῦ τόνου , θέντες δὲ ἐπεξῆς ἐνθαῦτα αὖτις ἐπεζεύγνυον · ποιήσαντες
δὲ ταῦτα ὕλην ἐπεφόρησαν , κόσμῳ δὲ θέντες καὶ τὴν ὕλην γῆν ἐπεφόρησαν , κατανάξαντες δὲ καὶ τὴν γῆν φραγμὸν παρείρυσαν ἔνθεν καὶ ἔνθεν , ἵνα μὴ φοβέηται τὰ ὑποζύγια τὴν θάλασσαν ὑπερορῶντα καὶ οἱ ἵπποι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.