ὡς δὲ ἀπὸ τοῦ Στρυμόνος ἐπορεύετο ὁ στρατός , ἐνθαῦτα πρὸς ἡλίου δυσμέων ἐστὶ αἰγιαλὸς ἐν τῷ οἰκημένην Ἄργιλον πόλιν Ἑλλάδα παρεξήιε · αὕτη δὲ καὶ ἡ κατύπερθε ταύτης καλέεται Βισαλτίη .
ἐνθεῦτεν δὲ κόλπον τὸν ἐπὶ Ποσιδηίου ἐξ ἀριστερῆς χειρὸς ἔχων ἤιε διὰ Συλέος πεδίου καλεομένου , Στάγειρον πόλιν Ἑλλάδα παραμειβόμενος , καὶ ἀπίκετο ἐς Ἄκανθον , ἅμα ἀγόμενος τούτων ἕκαστον τῶν ἐθνέων καὶ τῶν περὶ τὸ Πάγγαιον ὄρος οἰκεόντων , ὁμοίως καὶ τῶν πρότερον κατέλεξα , τοὺς μὲν παρὰ θάλασσαν ἔχων οἰκημένους ἐκ νηυσὶ στρατευομένους , τοὺς δʼ ὑπὲρ θαλάσσης πεζῇ ἑπομένους . τὴν
δὲ ὁδὸν ταύτην , τῇ βασιλεὺς Ξέρξης τὸν στρατὸν ἤλασε , οὔτε συγχέουσι Θρήικες οὔτʼ ἐπισπείρουσι σέβονταί τε μεγάλως τὸ μέχρι ἐμεῦ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.