Δαρεῖος δὲ μετὰ ταῦτα ἡσθεὶς τῆ σχεδίῃ τὸν ἀρχιτέκτονα αὐτῆς Μανδροκλέα τὸν Σάμιον ἐδωρήσατο πᾶσι δέκα · ἀπʼ ὧν δὴ Μανδροκλέης ἀπαρχὴν ζῷα γραψάμενος πᾶσαν τὴν ζεῦξιν τοῦ Βοσπόρου καὶ βασιλέα τε Δαρεῖον ἐν προεδρίῃ κατήμενον καὶ τὸν στρατὸν αὐτοῦ διαβαίνοντα ταῦτα γραψάμενος ἀνέθηκε ἔς τὸ Ἥραιον , ἐπιγράψας τάδε .
Βόσπορον ἰχθυόεντα γεφυρώσας ἀνέθηκε1Μανδροκλέης Ἥρῃ μνημόσυνον σχεδίης ,1αὑτῷ μὲν στέφανον περιθείς , Σαμίοισι δὲ κῦδος ,1Δαρείου βασιλέος ἐκτελέσας κατὰ νοῦν .1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.