Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο , Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε .
ὡς δέ οἱ παρῆν ὁ Ἅρπαγος , εἴρετό μιν ὁ Ἀστυάγης Ἅρπαγε , τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς ; ὁ δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα , οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν , ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται , ἀλλὰ λέγει τάδε . ὦ
βασιλεῦ , ἐπείτε παρέλαβον τὸ παιδίον , ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον , καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην αὐθέντης .
δὴ ὧδε · καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον , φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό . καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην · σὺ γὰρ ἐνετέλλεο οὕτω . παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος , θεῖναὶ μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ , ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ .
δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον , πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον διʼ ἐκείνων καὶ ἔθαψά μιν . οὕτω ἔσχε ὦ βασιλεῦ περὶ τοῦ πρήγματος τούτου , καὶ τοιούτῳ μόρῳ ἐχρήσατο ὁ παῖς .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.