τοῦτο μὲν δὴ τὸ τεῖχος θώρηξ ἐστί , ἕτερον δὲ ἔσωθεν τεῖχος περιθέει , οὐ πολλῷ τεῳ ἀσθενέστερον τοῦ ἑτέρου τείχεος , στεινότερον δέ .
ἐν δὲ φάρσεϊ ἑκατέρῳ τῆς πόλιος ἐτετείχιστο ἐν μέσῳ ἐν τῷ μὲν τὰ βασιλήια περιβόλῳ μεγάλῳ τε καὶ ἰσχυρῷ , ἐν δὲ τῷ ἑτέρῳ Διὸς Βήλου ἱρὸν χαλκόπυλον , καὶ ἐς ἐμὲ ἔτι τοῦτο ἐόν , δύο σταδίων πάντῃ , ἐὸν τετράγωνον . ἐν
μέσῳ δὲ τοῦ ἱροῦ πύργος στερεὸς οἰκοδόμηται , σταδίου καὶ τὸ μῆκος καὶ τὸ εὖρος , καὶ ἐπὶ τούτῳ τῷ πύργῳ ἄλλος πύργος ἐπιβέβηκε , καὶ ἕτερος μάλα ἐπὶ τούτῳ , μέχρι οὗ ὀκτὼ πύργων . ἀνάβασις
δὲ ἐς αὐτοὺς ἔξωθεν κύκλῳ περὶ πάντας τοὺς πύργους ἔχουσα πεποίηται . μεσοῦντι δέ κου τῆς ἀναβάσιος ἐστὶ καταγωγή τε καὶ θῶκοι ἀμπαυστήριοι , ἐν τοῖσι κατίζοντες ἀμπαύονται οἱ ἀναβαίνοντες . ἐν
δὲ τῷ τελευταίῳ πύργῳ νηὸς ἔπεστι μέγας · ἐν δὲ τῷ νηῷ κλίνη μεγάλη κέεται εὖ ἐστρωμένη , καὶ οἱ τράπεζα παρακέεται χρυσέη . ἄγαλμα δὲ οὐκ ἔνι οὐδὲν αὐτόθι ἐνιδρυμένον , οὐδὲ νύκτα οὐδεὶς ἐναυλίζεται ἀνθρώπων ὅτι μὴ γυνὴ μούνη τῶν ἐπιχωρίων , τὴν ἂν ὁ θεὸς ἕληται ἐκ πασέων , ὡς λέγουσι οἱ Χαλδαῖοι ἐόντες ἱρέες τούτου τοῦ θεοῦ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.