θῶμα δὲ μέγα εἶδον πυθόμενος παρὰ τῶν ἐπιχωρίων · τῶν γὰρ ὀστέων περικεχυμένων χωρὶς ἑκατέρων τῶν ἐν τῇ μάχῃ ταύτῃ πεσόντων (χωρὶς μὲν γὰρ τῶν Περσέων ἔκειτο τὰ ὀστέα , ὡς ἐχωρίσθη κατʼ ἀρχάς , ἑτέρωθι δὲ τῶν Αἰγυπτίων) , αἱ μὲν τῶν Περσέων κεφαλαί εἰσι ἀσθενέες οὕτω ὥστε , εἰ θέλεις ψήφῳ μούνῃ βαλεῖν , διατετρανέεις , αἱ δὲ τῶν Αἰγυπτίων οὕτω δή τι ἰσχυραί , μόγις ἂν λίθῳ παίσας διαρρήξειας .
αἴτιον δὲ τούτου τόδε ἔλεγον , καὶ ἐμέ γʼ εὐπετέως ἔπειθον , ὅτι Αἰγύπτιοι μὲν αὐτίκα ἀπὸ παιδίων ἀρξάμενοι ξυρῶνται τὰς κεφαλὰς καὶ πρὸς τὸν ἥλιον παχύνεται τὸ ὀστέον . τὠυτὸ
δὲ τοῦτο καὶ τοῦ μὴ φαλακροῦσθαι αἴτιον ἐστί · Αἰγυπτίων γὰρ ἄν τις ἐλαχίστους ἴδοιτο φαλακροὺς πάντων ἀνθρώπων . τούτοισι
μὲν δὴ τοῦτο ἐστὶ αἴτιον ἰσχυρὰς φορέειν τὰς κεφαλάς , τοῖσι δὲ Πέρσῃσι ὅτι ἀσθενέας φορέουσι τὰς κεφαλὰς αἴτιον τόδε · σκιητροφέουσι ἐξ ἀρχῆς πίλους τιάρας φορέοντες . ταῦτα μέν νυν τοιαῦτα · εἶδον δὲ καὶ ἄλλα ὅμοια τούτοισι ἐν Παπρήμι τῶν ἅμα Ἀχαιμένεϊ τῷ Δαρείου διαφθαρέντων ὑπὸ Ἰνάρω τοῦ Λίβυος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.