Δαρεῖος δὲ ὡς ἔσχε τὴν ἀρχήν , ἐπεθύμεε τὸν Ὀροίτεα τίσασθαι πάντων τῶν ἀδικημάτων εἵνεκεν καὶ μάλιστα Μιτροβάτεω καὶ τοῦ παιδός . ἐκ μὲν δὴ τῆς ἰθέης στρατὸν ἐπʼ αὐτὸν οὐκ ἐδόκεε πέμπειν ἅτε οἰδεόντων ἔτι τῶν πρηγμάτων , καὶ νεωστὶ ἔχων τὴν ἀρχὴν καὶ τὸν Ὀροίτεα μεγάλην τὴν ἰσχὺν πυνθανόμενος ἔχειν · τὸν χίλιοι μὲν Περσέων ἐδορυφόρεον , εἶχε δὲ νομὸν τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν .
πρὸς ταῦτα δὴ ὦν ὁ Δαρεῖος τάδε ἐμηχανήσατο . συγκαλέσας Περσέων τοὺς δοκιμωτάτους ἔλεγέ σφι τάδε . ὦ Πέρσαι , τίς ἄν μοι τοῦτο ὑμέων ὑποστὰς ἐπιτελέσειε σοφίῃ καὶ μὴ βίῃ τε καὶ ὁμίλῳ ; ἔνθα γὰρ σοφίης δέει , βίης ἔργον οὐδέν ·
δὲ ὦν τίς μοι Ὀροίτεα ἢ ζώοντα ἀγάγοι ἢ ἀποκτείνειε ; ὃς ὠφέλησε μέν κω Πέρσας οὐδέν , κακὰ δὲ μεγάλα ἔοργε · τοῦτο μὲν δύο ἡμέων ἠίστωσε , Μιτροβάτεά τε καὶ τὸν παῖδα αὐτοῦ , τοῦτο δὲ τοὺς ἀνακαλέοντας αὐτὸν καὶ πεμπομένους ὑπʼ ἐμεῦ κτείνει , ὕβριν οὐκ ἀνασχετὸν φαίνων . πρίν τι ὦν μέζον ἐξεργάσασθαί μιν Πέρσας κακόν , καταλαμπτέος ἐστὶ ἡμῖν θανάτῳ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.