οὕτω μὲν Πέρσαι λέγουσι γενέσθαι , καὶ διὰ τὴν Ἰλίου ἅλωσιν εὑρίσκουσι σφίσι ἐοῦσαν τὴν ἀρχήν τῆς ἔχθρης τῆς ἐς τοὺς Ἕλληνας .
περὶ δὲ τῆς Ἰοῦς οὐκ ὁμολογέουσι Πέρσῃσι οὕτω Φοίνικες · οὐ γὰρ ἁρπαγῇ σφέας χρησαμένους λέγουσι ἀγαγεῖν αὐτήν ἐς Αἴγυπτον , ἀλλʼ ὡς ἐν τῷ Ἄργεϊ ἐμίσγετο τῷ ναυκλήρῳ τῆς νέος · ἐπεὶ δʼ ἔμαθε ἔγκυος ἐοῦσα , αἰδεομένη τοὺς τοκέας οὕτω δὴ ἐθελοντήν αὐτήν τοῖσι Φοίνιξι συνεκπλῶσαι , ὡς ἂν μὴ κατάδηλος γένηται . ταῦτα
μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι · ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτω ἢ ἄλλως κως ταῦτα ἐγένετο , τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας , τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου , ὁμοίως σμικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών . τὰ
γὰρ τὸ πάλαι μεγάλα ἦν , τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε · τὰ δὲ ἐπʼ ἐμεῦ ἦν μεγάλα , πρότερον ἦν σμικρά . τὴν ἀνθρωπηίην ὤν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τὠυτῷ μένουσαν , ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.