Πηδασέες μέν νυν χρόνῳ ἐξαιρέθησαν . Λύκιοι δέ , ὡς ἐς τὸ Ξάνθιον πεδίον ἤλασε ὁ Ἅρπαγος τὸν στρατόν , ἐπεξιόντες καὶ μαχόμενοι ὀλίγοι πρὸς πολλοὺς ἀρετᾶς ἀπεδείκνυντο , ἑσσωθέντες δὲ καὶ κατειληθέντες ἐς τὸ ἄστυ συνήλισαν ἐς τὴν ἀκρόπολιν τάς τε γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ χρήματα καὶ τοὺς οἰκέτας , καὶ ἔπειτα ὑπῆψαν τὴν ἀκρόπολιν πᾶσαν ταύτην καίεσθαι .
ταῦτα δὲ ποιήσαντες καὶ συνομόσαντες ὅρκους δεινούς , ἐπεξελθόντες ἀπέθανον πάντες Ξάνθιοι μαχόμενοι . τῶν
δὲ νῦν Λυκίων φαμένων Ξανθίων εἶναι οἱ πολλοί , πλὴν ὀγδώκοντα ἱστιέων , εἰσὶ ἐπήλυδες · αἱ δὲ ὀγδώκοντα ἱστίαι αὗται ἔτυχον τηνικαῦτα ἐκδημέουσι καὶ οὕτω περιεγένοντο . τὴν μὲν δὴ Ξάνθον οὕτω ἔσχε ὁ Ἅρπαγος , παραπλησίως δὲ καὶ τὴν Καῦνον ἔσχε · καὶ γὰρ οἱ Καύνιοι τοὺς Λυκίους ἐμιμήσαντο τὰ πλέω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.