μετʼ αὐτὸν δὲ Μαρδόνιος ἔλεγε ὦ δέσποτα , οὐ μοῦνον εἶς τῶν γενομένων Περσέων ἄριστος ἀλλὰ καὶ τῶν ἐσομένων , ὃς τά τε ἄλλα λέγων ἐπίκεο ἄριστα καὶ ἀληθέστατα , καὶ Ἴωνας τοὺς ἐν τῇ Εὐρώπῃ κατοικημένους οὐκ ἐάσεις καταγελάσαι ἡμῖν ἐόντας ἀναξίους .
καὶ γὰρ δεινὸν ἂν εἴη πρῆγμα , εἰ Σάκας μὲν καὶ Ἰνδοὺς καὶ Αἰθίοπάς τε καὶ Ἀσσυρίους ἄλλα τε ἔθνεα πολλὰ καὶ μεγάλα ἀδικήσαντα Πέρσας οὐδέν , ἀλλὰ δύναμιν προσκτᾶσθαι βουλόμενοι , καταστρεψάμενοι δούλους ἔχομεν , Ἕλληνας δὲ ὑπάρξαντας ἀδικίης οὐ τιμωρησόμεθα ·
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.