ὃ μὲν ταῦτά σφι σημήνας ἐκποδὼν ἀπαλλάσσετο · τοῖσι δὲ ὡς πιστὰ ἐγίνετο τὰ ἀγγελθέντα , τοῦτο μὲν ἐς τὴν νησῖδα τὴν Ψυττάλειαν , μεταξὺ Σαλαμῖνός τε κειμένην καὶ τῆς ἠπείρου , πολλοὺς τῶν Περσέων ἀπεβιβάσαντο · τοῦτο δέ , ἐπειδὴ ἐγίνοντο μέσαι νύκτες , ἀνῆγον μὲν τὸ ἀπʼ ἑσπέρης κέρας κυκλούμενοι πρὸς τὴν Σαλαμῖνα , ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον τε καὶ τὴν Κυνόσουραν τεταγμένοι , κατεῖχόν τε μέχρι Μουνυχίης πάντα τὸν πορθμὸν τῇσι νηυσί .
τῶνδε δὲ εἵνεκα ἀνῆγον τὰς νέας , ἵνα δὴ τοῖσι Ἕλλησι μηδὲ φυγεῖν ἐξῇ , ἀλλʼ ἀπολαμφθέντες ἐν τῇ Σαλαμῖνι δοῖεν τίσιν τῶν ἐπʼ Ἀρτεμισίῳ ἀγωνισμάτων . ἐς δὲ τὴν νησῖδα τὴν Ψυττάλειαν καλεομένην ἀπεβίβαζον τῶν Περσέων τῶνδε εἵνεκεν , ὡς ἐπεὰν γίνηται ναυμαχίη , ἐνθαῦτα μάλιστα ἐξοισομένων τῶν τε ἀνδρῶν καὶ τῶν ναυηγίων ( ἐν γὰρ δὴ πόρῳ τῆς ναυμαχίης τῆς μελλούσης ἔσεσθαι ἔκειτο ἡ νῆσος ) , ἵνα τοὺς μὲν περιποιέωσι τοὺς δὲ διαφθείρωσι . ἐποίευν
δὲ σιγῇ ταῦτα , ὡς μὴ πυνθανοίατο οἱ ἐναντίοι . οἱ μὲν δὴ ταῦτα τῆς νυκτὸς οὐδὲν ἀποκοιμηθέντες παραρτέοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.