ἡ δὲ Κασπίη θάλασσα ἐστὶ ἐπʼ ἑωυτῆς , οὐ συμμίσγουσα τῇ ἑτέρῃ θαλάσσῃ . τὴν μὲν γὰρ Ἕλληνὲς ναυτίλλονται πᾶσα καὶ ἡ ἔξω στηλέων θάλασσα ἡ Ἀτλαντὶς καλεομένη καὶ ἡ Ἐρυθρὴ μία ἐοῦσα τυγχάνει . ἡ δὲ Κασπίη ἐστὶ ἑτέρη ἐπʼ ἑωυτῆς , ἐοῦσα μῆκος μὲν πλόου εἰρεσίῃ χρεωμένῳ πεντεκαίδεκα ἡμερέων , εὖρος δέ , τῇ εὐρυτάτη ἐστὶ αὐτὴ ἑωυτῆς , ὀκτὼ ἡμερέων . καὶ τὰ μὲν πρὸς τὴν ἑσπέρην φέροντα τῆς θαλάσσης ταύτης ὁ Καύκασος παρατείνει , ἐὸν ὀρέων καὶ πλήθεϊ μέγιστον καὶ μεγάθεϊ ὑψηλότατον . ἔθνεα δὲ ἀνθρώπων πολλὰ καὶ παντοῖα ἐν ἑωυτῷ ἔχει ὁ Καύκασος , τὰ πολλὰ πάντα ἀπʼ ὕλης ἀγρίης ζώοντα · ἐν
τοῖσι καὶ δένδρεα φύλλα τοιῆσδε ἰδέης παρεχόμενα εἶναι λέγεται , τὰ τρίβοντάς τε καὶ παραμίσγοντας ὕδωρ ζῷα ἑωυτοῖσι ἐς τὴν ἐσθῆτα ἐγγράφειν · τὰ δὲ ζῷα οὐκ ἐκπλύνεσθαι , ἀλλὰ συγκαταγηράσκειν τῷ ἄλλῳ εἰρίῳ κατὰ περ ἐνυφανθέντα ἀρχήν . μῖξιν δὲ τούτων τῶν ἀνθρώπων εἶναι ἐμφανέα κατὰ περ τοῖσι προβάτοισι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.