λέγει πρὸς ταῦτα Ὀτάνης , ἐπειδὴ ὥρα σπερχόμενον Δαρεῖον , ἐπείτε ἡμέας συνταχύνειν ἀναγκάζεις καὶ ὑπερβάλλεσθαι οὐκ ἐᾷς , ἴθι ἐξηγέο αὐτὸς ὅτεῳ τρόπῳ πάριμεν ἐς τὰ βασιλήια καὶ ἐπιχειρήσομεν αὐτοῖσι . φυλακὰς γὰρ δὴ διεστεώσας οἶδάς κου καὶ αὐτός , εἰ μὴ ἰδών , ἀλλʼ ἀκούσας · τὰς τέῳ τρόπῳ περήσομεν ; ἀμείβεται Δαρεῖος τοῖσιδε .
Ὀτάνη , ἦ πολλά ἐστι τὰ λόγῳ μὲν οὐκ οἷά τε δηλῶσαι , ἔργῳ δέ · ἄλλα δʼ ἐστὶ τὰ λόγῳ μὲν οἷά τε , ἔργον δὲ οὐδὲν ἀπʼ αὐτῶν λαμπρὸν γίνεται . ὑμεῖς δὲ ἴστε φυλακὰς τὰς κατεστεώσας ἐούσας οὐδὲν χαλεπὰς παρελθεῖν .
τοῦτο μὲν γὰρ ἡμέων ἐόντων τοιῶνδε οὐδεὶς ὅστις οὐ παρήσει , τὰ μέν κου καταιδεόμενος ἡμέας , τὰ δέ κου καὶ δειμαίνων · τοῦτο δὲ ἔχω αὐτὸς σκῆψιν εὐπρεπεστάτην τῇ πάριμεν , φὰς ἄρτι τε ἥκειν ἐκ Περσέων καὶ βούλεσθαί τι ἔπος παρὰ τοῦ πατρὸς σημῆναι τῷ βασιλέι .
ἔνθα γάρ τι δεῖ ψεῦδος λέγεσθαι , λεγέσθω . τοῦ γὰρ αὐτοῦ γλιχόμεθα οἵ τε ψευδόμενοι καὶ οἱ τῇ ἀληθείῃ διαχρεώμενοι . οἳ μέν γε ψεύδονται τότε ἐπεάν τι μέλλωσι τοῖσι ψεύδεσι πείσαντες κερδήσεσθαι , οἳ δʼ ἀληθίζονται ἵνα τῇ ἀληθείῃ ἐπισπάσωνται κέρδος καί τι μᾶλλόν σφι ἐπιτράπηται . οὕτω οὐ ταὐτὰ ἀσκέοντες τὠυτοῦ περιεχόμεθα .
εἰ δὲ μηδὲν κερδήσεσθαι μέλλοιεν , ὁμοίως ἂν ὅ τε ἀληθιζόμενος ψευδὴς εἴη καὶ ὁ ψευδόμενος ἀληθής . ὃς ἂν μέν νυν τῶν πυλουρῶν ἑκὼν παριῇ , αὐτῷ οἱ ἄμεινον ἐς χρόνον ἔσται · ὃς δʼ ἂν ἀντιβαίνειν πειρᾶται , δεικνύσθω ἐνθαῦτα ἐὼν πολέμιος , καὶ ἔπειτα ὠσάμενοι ἔσω ἔργου ἐχώμεθα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.