τούτων μὲν τοίνυν εἵνεκα ἀνάρτημαι ἐπʼ αὐτοὺς στρατεύεσθαι , ἀγαθὰ δὲ ἐν αὐτοῖσι τοσάδε ἀνευρίσκω λογιζόμενος · εἰ τούτους τε καὶ τοὺς τούτοισι πλησιοχώρους καταστρεψόμεθα , οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώρην , γῆν τὴν Περσίδα ἀποδέξομεν τῷ Διὸς αἰθέρι ὁμουρέουσαν .
οὐ γὰρ δὴ χώρην γε οὐδεμίαν κατόψεται ἥλιος ὅμουρον ἐοῦσαν τῇ ἡμετέρῃ , ἀλλὰ σφέας πάσας ἐγὼ ἅμα ὑμῖν χώρην θήσω , διὰ πάσης διεξελθὼν τῆς Εὐρώπης .
πυνθάνομαι γὰρ ὧδε ἔχειν , οὔτε τινὰ πόλιν ἀνδρῶν οὐδεμίαν οὔτε ἔθνος οὐδὲν ἀνθρώπων ὑπολείπεσθαι , τὸ ἡμῖν οἷόν τε ἔσται ἐλθεῖν ἐς μάχην , τούτων τῶν κατέλεξα ὑπεξαραιρημένων . οὕτω οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.