ὁ μὲν δὴ ναυτικὸς ὁ τῶν βαρβάρων στρατός , πάρεξ τῶν πεντεκαίδεκα νεῶν τῶν εἶπον Σανδώκεα στρατηγέειν , ἀπίκοντο ἐς Ἀφέτας . Ξέρξης δὲ καὶ ὁ πεζὸς πορευθεὶς διὰ Θεσσαλίης καὶ Ἀχαιίης ἐσβεβληκὼς ἦν καὶ δὴ τριταῖος ἐς Μηλιέας , ἐν Θεσσαλίῃ μὲν ἅμιλλαν ποιησάμενος ἵππων τῶν τε ἑωυτοῦ ἀποπειρώμενος καὶ τῆς Θεσσαλίης ἵππου , πυθόμενος ὡς ἀρίστη εἴη τῶν ἐν Ἕλλησι · ἔνθα δὴ αἱ Ἑλληνίδες ἵπποι ἐλείποντο πολλόν . τῶν μέν νυν ἐν Θεσσαλίῃ ποταμῶν Ὀνόχωνος μοῦνος οὐκ ἀπέχρησε τῇ στρατιῇ τὸ ῥέεθρον πινόμενος · τῶν δὲ ἐν Ἀχαιίῃ ποταμῶν ῥεόντων οὐδὲ ὅστις μέγιστος αὐτῶν ἐστι Ἠπιδανός , οὐδὲ οὗτος ἀντέσχε εἰ μὴ φλαύρως .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.