εἴτε δὴ ὦν ἄλλος οἱ ἀπορέοντι ὑπεθήκατο , εἴτε καὶ αὐτὸς ἔμαθε τὸ ποιητέον οἱ ἦν , ἐποίεε δὴ τοιόνδε .
τάξας τὴν στρατιὴν ἅπασαν ἐξ ἐμβολῆς τοῦ ποταμοῦ , τῇ ἐς τὴν πόλιν ἐσβάλλει , καὶ ὄπισθε αὖτις τῆς πόλιος τάξας ἑτέρους , τῇ ἐξιεῖ ἐκ τῆς πόλιος ὁ ποταμός , προεῖπε τῷ στρατῷ , ὅταν διαβατὸν τὸ ῥέεθρον ἴδωνται γενόμενον , ἐσιέναι ταύτῃ ἐς τὴν πόλιν . οὕτω τε δὴ τάξας καὶ κατὰ ταῦτα παραινέσας ἀπήλαυνε αὐτὸς σὺν τῷ ἀχρηίῳ τοῦ στρατοῦ . ἀπικόμενος
δὲ ἐπὶ τὴν λίμνην , τά περ ἡ τῶν Βαβυλωνίων βασίλεια ἐποίησε κατά τε τὸν ποταμὸν καὶ κατὰ τὴν λίμνην , ἐποίεε καὶ ὁ Κῦρος ἕτερα τοιαῦτα · τὸν γὰρ ποταμὸν διώρυχι ἐσαγαγὼν ἐς τὴν λίμνην ἐοῦσαν ἕλος , τὸ ἀρχαῖον ῥέεθρον διαβατὸν εἶναι ἐποίησε , ὑπονοστήσαντος τοῦ ποταμοῦ . γενομένου
δὲ τούτου τοιούτου , οἱ Πέρσαι οἵ περ ἐτετάχατο ἐπʼ αὐτῷ τούτῳ κατὰ τὸ ῥέεθρον τοῦ Εὐφρήτεω ποταμοῦ ὑπονενοστηκότος ἀνδρὶ ὡς ἐς μέσον μηρὸν μάλιστά κῃ , κατὰ τοῦτο ἐσήισαν ἐς τὴν Βαβυλῶνα . εἰ
μέν νυν προεπύθοντο ἢ ἔμαθον οἱ Βαβυλώνιοι τὸ ἐκ τοῦ Κύρου ποιεύμενον , οἳ δʼ ἂν περιιδόντες τοὺς Πέρσας ἐσελθεῖν ἐς τὴν πόλιν διέφθειραν ἂν κάκιστα · κατακληίσαντες γὰρ ἂν πάσας τὰς ἐς τὸν ποταμὸν πυλίδας ἐχούσας καὶ αὐτοὶ ἐπὶ τὰς αἱμασιὰς ἀναβάντες τὰς παρὰ τὰ χείλεα τοῦ ποταμοῦ ἐληλαμένας , ἔλαβον ἂν σφέας ὡς ἐν κύρτῃ . νῦν
δὲ ἐξ ἀπροσδοκήτου σφι παρέστησαν οἱ Πέρσαι . ὑπὸ δὲ μεγάθεος τῆς πόλιος , ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων , τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἑαλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἑαλωκότας , ἀλλὰ τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτήν , χορεύειν τε τοῦτον τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι , ἐς ὃ δὴ καὶ τὸ κάρτα ἐπύθοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.