ἀπὸ δὲ Ἡλίου πόλιος ἄνω ἰόντι στεινή ἐστι Αἴγυπτος . τῇ μὲν γὰρ τῆς Ἀραβίης ὄρος παρατέταται , φέρον ἀπʼ ἄρκτου πρὸς μεσαμβρίην τε καὶ νότον , αἰεὶ ἄνω τεῖνον ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν · ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι αἱ ἐς τὰς πυραμίδας κατατμηθεῖσαι τὰς ἐν Μέμφι . ταύτῃ μὲν λῆγον ἀνακάμπτει ἐς τὰ εἴρηται τὸ ὄρος · τῇ δὲ αὐτὸ ἑωυτοῦ ἐστι μακρότατον , ὡς ἐγὼ ἐπυνθανόμην , δύο μηνῶν αὐτὸ εἶναι τῆς ὁδοῦ ἀπὸ ἠοῦς πρὸς ἑσπέρην , τὰ δὲ πρὸς τὴν ἠῶ λιβανωτοφόρα αὐτοῦ τὰ τέρματα εἶναι .
τοῦτο μέν νυν τὸ ὄρος τοιοῦτο ἐστί , τὸ δὲ πρὸς Λιβύης τῆς Αἰγύπτου ὄρος ἄλλο πέτρινον τείνει , ἐν τῷ αἱ πυραμίδες ἔνεισι , ψάμμῳ κατειλυμένον , κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ Ἀραβίου τὰ πρὸς μεσαμβρίην φέροντα . τὸ
ὦν δὴ ἀπὸ Ἡλίου πόλιος οὐκέτι πολλὸν χωρίον ὡς εἶναι Αἰγύπτου , ἀλλʼ ὅσον τε ἡμερέων τεσσέρων καὶ δέκα ἀναπλόου ἐστὶ στεινὴ Αἴγυπτος , ἐοῦσα τῶν ὀρέων τῶν εἰρημένων τὸ μεταξὺ πεδιὰς μὲν γῆ , στάδιοι δὲ μάλιστα ἐδόκεόν μοι εἶναι , τῇ στεινότατον ἐστί , διηκοσίων οὐ πλέους ἐκ τοῦ Ἀραβίου ὄρεος ἐς τὸ Λιβυκὸν καλεόμενον . τὸ δʼ ἐνθεῦτεν αὖτις εὐρέα Αἴγυπτος ἐστί . πέφυκε μέν νυν ἡ χώρη αὕτη οὕτω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.