ὡς δʼ ἄρα οἴχεσθαι τὸν Αἰθίοπα ἐξ Αἰγύπτου , αὖτις τὸν τυφλὸν ἄρχειν ἐκ τῶν ἑλέων ἀπικόμενον , ἔνθα πεντήκοντα ἔτεα νῆσον χώσας σποδῷ τε καὶ γῇ οἴκεε . ὅκως γάρ οἱ φοιτᾶν σῖτον ἄγοντας Αἰγυπτίων , ὡς ἑκάστοισι προστετάχθαι , σιγῇ τοῦ Αἰθίοπος , ἐς τὴν δωρεὴν κελεύειν σφέας καὶ σποδὸν κομίζειν .
ταύτην τὴν νῆσον οὐδεὶς πρότερον ἐδυνάσθη Ἀμυρταίου ἐξευρεῖν , ἀλλὰ ἔτεα ἐπὶ πλέω ἢ ἑπτακόσια οὐκ οἷοί τε ἦσαν αὐτὴν ἀνευρεῖν οἱ πρότεροι γενόμενοι βασιλέες Ἀμυρταίου . οὔνομα δὲ ταύτῃ τῇ νήσῳ Ἐλβώ , μέγαθος δʼ ἐστὶ πάντῃ δέκα σταδίων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.