Βαβυλὼν μέν νυν οὕτω τὸ δεύτερον αἱρέθη . Δαρεῖος δὲ ἐπείτε ἐκράτησε τῶν Βαβυλωνίων , τοῦτο μὲν σφέων τὸ τεῖχος περιεῖλε καὶ τὰς πύλας πάσας ἀπέσπασε · τὸ γὰρ πρότερον ἑλὼν Κῦρος τὴν Βαβυλῶνα ἐποίησε τούτων οὐδέτερον · τοῦτο δὲ ὁ Δαρεῖος τῶν ἀνδρῶν τοὺς κορυφαίους μάλιστα ἐς τρισχιλίους ἀνεσκολόπισε , τοῖσι δὲ λοιποῖσι Βαβυλωνίοισι ἀπέδωκε τὴν πόλιν οἰκέειν .
ὡς δʼ ἕξουσι γυναῖκας οἱ Βαβυλώνιοι ἵνα σφι γενεὴ ὑπογίνηται , τάδε Δαρεῖος προϊδὼν ἐποίησε · τὰς γὰρ ἑωυτῶν , ὡς καὶ κατʼ ἀρχὰς δεδήλωται , ἀπέπνιξαν οἱ Βαβυλώνιοι τοῦ σίτου προορέοντες · ἐπέταξε τοῖσι περιοίκοισι ἔθνεσι γυναῖκας ἐς Βαβυλῶνα κατιστάναι , ὅσας δὴ ἑκάστοισι ἐπιτάσσων , ὥστε πέντε μυριάδων τὸ κεφαλαίωμα τῶν γυναικῶν συνῆλθε · ἐκ τουτέων δὲ τῶν γυναικῶν οἱ νῦν Βαβυλώνιοι γεγόνασι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.