ὁ μὲν δὴ Κλεομένης , ὡς λέγεται , ἦν τε οὐ φρενήρης ἀκρομανής τε , ὁ δὲ Δωριεὺς ἦν τῶν ἡλίκων πάντων πρῶτος , εὖ τε ἐπίστατο κατʼ ἀνδραγαθίην αὐτὸς σχήσων τὴν βασιληίην .
ὥστε ὦν οὕτω φρονέων , ἐπειδὴ ὅ τε Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι χρεώμενοι τῷ νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον Κλεομένεα , ὁ Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν ὑπὸ Κλεομένεος βασιλεύεσθαι , αἰτήσας λεὼν Σπαρτιήτας ἦγε ἐς ἀποικίην , οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς ἥντινα γῆν κτίσων ἴῃ , οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων · οἷα δὲ βαρέως φέρων , ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα · κατηγέοντο δέ οἱ ἄνδρες Θηραῖοι . ἀπικόμενος
δὲ ἐς Λιβύην οἴκισε χῶρον κάλλιστον τῶν Λιβύων παρὰ Κίνυπα ποταμόν . ἐξελασθεὶς δὲ ἐνθεῦτεν τρίτῳ ἔτεϊ ὑπὸ Μακέων τε Λιβύων καὶ Καρχηδονίων ἀπίκετο ἐς Πελοπόννησον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.