ταῦτα ἀκούσας ὁ βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν . τῷ δʼ ἄρα καὶ αὐτῷ ἡ γυνή , ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην , τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν . ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι , ὃ μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων , ἡ δὲ γυνὴ ὅ τι οὐκ ἐωθὼς ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα .
ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη , οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο . ὁ δὲ εἶπε ὤ γύναι , εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους . οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο , ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω .
δὲ τάχιστα ἐσῆλθον , ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανόμενον , κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ . Ἅρπαγος δὲ ὡς εἶδέ με , ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων , φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι , πόλλʼ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι .
ἐγὼ ἀναλαβὼν ἔφερον , δοκέων τῶν τινος οἰκετέων εἶναι · οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν . ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον , πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου .
πρόκατε δὴ κατʼ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος , ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος , ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου , καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι . νῦν τε ὅδε ἐστί .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.