ταῦτα δὲ εἴπας καὶ ἀπάψας ἅμματα ἑξήκοντα ἐν ἱμάντι καλέσας ἐς λόγους τοὺς Ἰώνων τυράννους ἔλεγε τάδε . ἄνδρες
Ἴωνες , ἡ μὲν πρότερον γνώμη ἀποδεχθεῖσα ἐς τὴν γέφυραν μετείσθω μοι , ἔχοντες δὲ τὸν ἱμάντα τόνδε ποιέετε τάδε . ἐπεὰν ἐμὲ ἴδητε τάχιστα πορευόμενον ἐπὶ Σκύθας , ἀπὸ τούτου ἀρξάμενοι τοῦ χρόνου λύετε ἅμμα ἓν ἑκάστης ἡμέρης · ἢν δὲ ἐν τούτῳ τῷ χρόνῳ μὴ παρέω ἀλλὰ διεξέλθωσι ὑμῖν αἱ ἡμέραι τῶν ἁμμάτων , ἀποπλέετε ἐς τὴν ὑμετέρην αὐτῶν .
δὲ τούτου , ἐπείτε οὕτω μετέδοξε , φυλάσσετε τὴν σχεδίην , πᾶσαν προθυμίην σωτηρίης τε καὶ φυλακῆς παρεχόμενοι . ταῦτα δὲ ποιεῦντες ἐμοὶ μεγάλως χαριεῖσθε . Δαρεῖος μὲν ταῦτα εἴπας ἐς τὸ πρόσω ἐπείγετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.