ἔστι δὲ καὶ ἄλλος ὄρνις ἱρός , τῷ οὔνομα φοῖνιξ . ἐγὼ μέν μιν οὐκ εἶδον εἰ μὴ ὅσον γραφῇ · καὶ γὰρ δὴ καὶ σπάνιος ἐπιφοιτᾷ σφι , διʼ ἐτέων , ὡς Ἡλιοπολῖται λέγουσι , πεντακοσίων ·
φοιτᾶν δὲ τότε φασὶ ἐπεάν οἱ ἀποθάνῃ ὁ πατήρ . ἔστι δέ , εἰ τῇ γραφῇ παρόμοιος , τοσόσδε καὶ τοιόσδε · τὰ μὲν αὐτοῦ χρυσόκομα τῶν πτερῶν τὰ δὲ ἐρυθρὰ ἐς τὰ μάλιστα · αἰετῷ περιήγησιν ὁμοιότατος καὶ τὸ μέγαθος . τοῦτον
δὲ λέγουσι μηχανᾶσθαι τάδε , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες · ἐξ Ἀραβίης ὁρμώμενον ἐς τὸ ἱρὸν τοῦ Ἡλίου κομίζειν τὸν πατέρα ἐν σμύρνῃ ἐμπλάσσοντα καὶ θάπτειν ἐν τοῦ Ἡλίου τῷ ἱρῷ , κομίζειν
δὲ οὕτω · πρῶτον τῆς σμύρνης ᾠὸν πλάσσειν ὅσον τε δυνατός ἐστι φέρειν , μετὰ δὲ πειρᾶσθαι αὐτὸ φορέοντα , ἐπεὰν δὲ ἀποπειρηθῇ , οὕτω δὴ κοιλήναντα τὸ ᾠὸν τὸν πατέρα ἐς αὐτὸ ἐντιθέναι , σμύρνῃ δὲ ἄλλῃ ἐμπλάσσειν τοῦτο κατʼ ὅ τι τοῦ ᾠοῦ ἐκκοιλήνας ἐνέθηκε τὸν πατέρα · ἐσκειμένου δὲ τοῦ πατρὸς γίνεσθαι τὠυτὸ βάρος · ἐμπλάσαντα δὲ κομίζειν μιν ἐπʼ Αἰγύπτου ἐς τοῦ Ἡλίου τὸ ἱρόν . ταῦτα μὲν τοῦτον τὸν ὄρνιν λέγουσι ποιέειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.