Ἀρτάβαζος δὲ ὁ Φαρνάκεος φεύγων ἐκ Πλαταιέων καὶ δὴ πρόσω ἐγίνετο . ἀπικόμενον δὲ μιν οἱ Θεσσαλοὶ παρὰ σφέας ἐπί τε ξείνια ἐκάλεον καὶ ἀνειρώτων περὶ τῆς στρατιῆς τῆς ἄλλης , οὐδὲν ἐπιστάμενοι τῶν ἐν Πλαταιῇσι γενομένων .
ὁ δὲ Ἀρτάβαζος γνοὺς ὅτι εἰ ἐθέλει σφι πᾶσαν τὴν ἀληθείην τῶν ἀγώνων εἰπεῖν , αὐτός τε κινδυνεύσει ἀπολέσθαι καὶ ὁ μετʼ αὐτοῦ στρατός · ἐπιθήσεσθαι γάρ οἱ πάντα τινὰ οἴετο πυνθανόμενον τὰ γεγονότα . ταῦτα ἐκλογιζόμενος οὔτε πρὸς τοὺς Φωκέας ἐξηγόρευε οὐδὲν πρός τε τοὺς Θεσσαλοὺς ἔλεγε τάδε . ἐγὼ
μὲν ὦ ἄνδρες Θεσσαλοί , ὡς ὁρᾶτε , ἐπείγομαί τε κατὰ τάχος ἐλῶν ἐς Θρηίκην καὶ σπουδὴν ἔχω , πεμφθεὶς κατά τι πρῆγμα ἐκ τοῦ στρατοπέδου μετὰ τῶνδε · αὐτὸς δὲ ὑμῖν Μαρδόνιος καὶ ὁ στρατὸς αὐτοῦ , οὗτος κατὰ πόδας ἐμεῦ ἐλαύνων προσδόκιμος ἐστί . τοῦτον καὶ ξεινίζετε καὶ εὖ ποιεῦντες φαίνεσθε · οὐ γὰρ ὑμῖν ἐς χρόνον ταῦτα ποιεῦσι μεταμελήσει .
ταῦτα δὲ εἴπας ἀπήλαυνε σπουδῇ τὴν στρατιὴν διὰ Θεσσαλίης τε καὶ Μακεδονίης ἰθὺ τῆς Θρηίκης , ὡς ἀληθέως ἐπειγόμενος , καὶ τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ . καὶ ἀπικνέεται ἐς Βυζάντιον , καταλιπὼν τοῦ στρατοῦ τοῦ ἑωυτοῦ συχνοὺς ὑπὸ Θρηίκων κατακοπέντας κατʼ ὁδὸν καὶ λιμῷ συστάντας καὶ καμάτῳ · ἐκ Βυζαντίου δὲ διέβη πλοίοισι . οὗτος μὲν οὕτω ἀπενόστησε ἐς τὴν Ἀσίην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.