πρὸς ταῦτα ὁ Σκυθέων βασιλεὺς Ἰδάνθυρσος λέγει τάδε . οὕτω τὸ ἐμὸν ἔχει , ὦ Πέρσα . ἐγὼ οὐδένα κω ἀνθρώπων δείσας ἔφυγον οὔτε πρότερον οὔτε νῦν σὲ φεύγω , οὐδέ τι νεώτερον εἰμὶ ποιήσας νῦν ἢ καὶ ἐν εἰρήνῃ ἐώθεα ποιέειν .
τι δὲ οὐκ αὐτίκα μάχομαι τοι , ἐγὼ καὶ τοῦτο σημανέω . ἡμῖν οὔτε ἄστεα οὔτε γῆ πεφυτευμένη ἐστί , τῶν πέρι δείσαντες μὴ ἁλῷ ἢ καρῇ ταχύτερον ἂν ὑμῖν συμμίσγοιμεν ἐς μάχην . εἰ δὲ δέοι πάντως ἐς τοῦτο κατὰ τάχος ἀπικνέεσθαι , τυγχάνουσι ἡμῖν ἐόντες τάφοι πατρώιοι ·
, τούτους ἀνευρόντες συγχέειν πειρᾶσθε αὐτούς , καὶ γνώσεσθε τότε εἴτε ὑμῖν μαχησόμεθα περὶ τῶν τάφων εἴτε καὶ οὐ μαχησόμεθα . πρότερον δέ , ἢν μὴ ἡμέας λόγος αἱρέῃ , οὐ συμμίξομεν τοι .
μὲν μάχῃ τοσαῦτα εἰρήσθω , δεσπότας δὲ ἐμοὺς ἐγὼ Δία τε νομίζω τὸν ἐμὸν πρόγονον καὶ Ἱστίην τὴν Σκυθέων βασίλειαν μούνους εἶναι . σοὶ δὲ ἀντὶ μὲν δώρων γῆς τε καὶ ὕδατος δῶρα πέμψω τοιαῦτα οἷα σοὶ πρέπει ἐλθεῖν , ἀντὶ δὲ τοῦ ὅτι δεσπότης ἔφησας εἶναι ἐμός , κλαίειν λέγω . τοῦτο ἐστὶ ἡ ἀπὸ Σκυθέων ῥῆσις .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.