ταῦτα μὲν δὴ ἔχει οὕτω . τῶν δὲ τῷ Μάγῳ ἐπαναστάντων ἑπτὰ ἀνδρῶν , ἕνα αὐτῶν Ἰνταφρένεα κατέλαβε ὑβρίσαντα τάδε ἀποθανεῖν αὐτίκα μετὰ τὴν ἐπανάστασιν . ἤθελε ἐς τὰ βασιλήια ἐσελθὼν χρηματίσασθαι τῷ βασιλέι · καὶ γὰρ δὴ καὶ ὁ νόμος οὕτω εἶχε , τοῖσι ἐπαναστᾶσι τῷ Μάγῳ ἔσοδον εἶναι παρὰ βασιλέα ἄνευ ἀγγέλου , ἢν μὴ γυναικὶ τυγχάνῃ μισγόμενος βασιλεύς .
οὔκων δὴ Ἰνταφρένης ἐδικαίου οὐδένα οἱ ἐσαγγεῖλαι , ἀλλʼ ὅτι ἦν τῶν ἑπτά , ἐσιέναι ἤθελε . ὁ δὲ πυλουρὸς καὶ ὁ ἀγγελιηφόρος οὐ περιώρων , φάμενοι τὸν βασιλέα γυναικὶ μίσγεσθαι . ὁ δὲ Ἰνταφρένης δοκέων σφέας ψεύδεα λέγειν ποιέει τοιάδε · σπασάμενος τὸν ἀκινάκεα ἀποτάμνει αὐτῶν τά τε ὦτα καὶ τὰς ῥῖνας , καὶ ἀνείρας περὶ τὸν χαλινὸν τοῦ ἵππου περὶ τοὺς αὐχένας σφέων ἔδησε , καὶ ἀπῆκε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.