πρὸς τούτοισι ἐπίκλητοι ἐγένοντο Λοκροί τε οἱ Ὀπούντιοι πανστρατιῇ καὶ Φωκέων χίλιοι . αὐτοὶ γὰρ σφέας οἱ Ἕλληνες ἐπεκαλέσαντο , λέγοντες διʼ ἀγγέλων ὡς αὐτοὶ μὲν ἥκοιεν πρόδρομοι τῶν ἄλλων , οἱ δὲ λοιποὶ τῶν συμμάχων προσδόκιμοι πᾶσαν εἶεν ἡμέρην , ἡ θάλασσά τέ σφι εἴη ἐν φυλακῇ ὑπʼ Ἀθηναίων τε φρουρεομένη καὶ Αἰγινητέων καὶ τῶν ἐς τὸν ναυτικὸν στρατὸν ταχθέντων , καί σφι εἴη δεινὸν οὐδέν ·
οὐ γὰρ θεὸν εἶναι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα ἀλλʼ ἄνθρωπον , εἶναι δὲ θνητὸν οὐδένα οὐδὲ ἔσεσθαι τῷ κακὸν ἐξ ἀρχῆς γινομένῳ οὐ συνεμίχθη , τοῖσι δὲ μεγίστοισι αὐτῶν μέγιστα . ὀφείλειν ὦν καὶ τὸν ἐπελαύνοντα , ὡς ἐόντα θνητόν , ἀπὸ τῆς δόξης πεσεῖν ἄν . οἳ δὲ ταῦτα πυνθανόμενοι ἐβοήθεον ἐς τὴν Τρηχῖνα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.