τοῖσι μὲν δὴ ἄλλοισι τῶν θεῶν οὕτω θύουσι καὶ ταῦτα τῶν κτηνέων , τῷ δὲ Ἄρεϊ ὧδε . κατὰ νομοὺς ἑκάστους τῶν ἀρχέων ἐσίδρυται σφι Ἄρεος ἱρὸν · τοιόνδε φρυγάνων φάκελοι συννενέαται ὅσον τʼ ἐπὶ σταδίους τρεῖς μῆκος καὶ εὖρος , ὕψος δὲ ἔλασσον · ἄνω δὲ τούτου τετράγωνον ἄπεδον πεποίηται , καὶ τὰ μὲν τρία τῶν κώλων ἐστὶ ἀπότομα , κατὰ δὲ τὸ ἓν ἐπιβατόν .
ἔτεος δὲ ἑκάστου ἁμάξας πεντήκοντα καὶ ἑκατὸν ἐπινέουσι φρυγάνων · ὑπονοστέει γὰρ δὴ αἰεὶ ὑπὸ τῶν χειμώνων . ἐπὶ τούτου δὴ τοῦ σηκοῦ ἀκινάκης σιδήρεος ἵδρυται ἀρχαῖος ἑκάστοισι , καὶ τοῦτʼ ἐστὶ τοῦ Ἄρεος τὸ ἄγαλμα . τούτῳ δὲ τῷ ἀκινάκῃ θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων , καὶ δὴ καὶ τοῖσιδʼ ἔτι πλέω θύουσι ἢ τοῖσι ἄλλοισι θεοῖσι · ὅσους
ἂν τῶν πολεμίων ζωγρήσωσι , ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἄνδρα θύουσι τρόπῳ οὐ τῷ αὐτῷ καὶ τὰ πρόβατα , ἀλλʼ ἑτεροίῳ . ἐπεὰν γὰρ οἶνον ἐπισπείσωσι κατὰ τῶν κεφαλέων , ἀποσφάζουσι τοὺς ἀνθρώπους ἐς ἄγγος καὶ ἔπειτα ἀνενείκαντες ἄνω ἐπὶ τὸν ὄγκον τῶν φρυγάνων καταχέουσι τὸ αἷμα τοῦ ἀκινάκεω . ἄνω
μὲν δὴ φορέουσι τοῦτο , κάτω δὲ παρὰ τὸ ἱρὸν ποιεῦσι τάδε · τῶν ἀποσφαγέντων ἀνδρῶν τοὺς δεξιοὺς ὤμους πάντας ἀποταμόντες σὺν τῇσι χερσὶ ἐς τὸν ἠέρα ἱεῖσι , καὶ ἔπειτα καὶ τὰ ἄλλα ἀπέρξαντες ἱρήια ἀπαλλάσσονται . χεὶρ δὲ τῇ ἂν πέσῃ κέεται , καὶ χωρὶς ὁ νεκρός .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.