ἀπικνέεται δὲ ὦν ὁ Ἀρισταγόρης ὁ Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν · τῷ δὴ ἐς λόγους ἤιε , ὡς Λακεδαιμόνιοι λέγουσι , ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες .
ἀπικνεόμενος δὲ ἐς λόγους ὁ Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε . Κλεόμενες , σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος · τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα · Ἰώνων παῖδας δούλους εἶναι ἀντʼ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν , ἔτι δὲ τῶν λοιπῶν ὑμῖν , ὅσῳ προέστατε τῆς Ἑλλάδος .
ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας . εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί · οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοι εἰσί , ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι , ἥ τε μάχη αὐτῶν ἐστὶ τοιήδε , τόξα καὶ αἰχμὴ βραχέα · ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι .
εὐπετέες χειρωθῆναι εἰσί . ἔστι δὲ καὶ ἀγαθὰ τοῖσι τὴν ἤπειρον ἐκείνην νεμομένοισι ὅσα οὐδὲ τοῖσι συνάπασι ἄλλοισι , ἀπὸ χρυσοῦ ἀρξαμένοισι , ἄργυρος καὶ χαλκὸς καὶ ἐσθὴς ποικίλη καὶ ὑποζύγιά τε καὶ ἀνδράποδα · τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε .
δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω , Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί , οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες . δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον , τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην . Λυδῶν δέ ἔφη λέγων ὁ Ἀρισταγόρης οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ , πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι .
δὲ ἔχονται Καππαδόκαι , τοὺς ἡμεῖς Συρίους καλέομεν . τούτοισι δὲ πρόσουροι Κίλικες , κατήκοντες ἐπὶ θάλασσαν τήνδε , ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται · οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι . Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε , καὶ οὗτοι ἐόντες πολυπρόβατοι , Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες .
δὲ τούτων γῆ ἥδε Κισσίη , ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα , ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται , καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί · ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε .
περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους , τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου , τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν · παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως , ἄλλο τι αἱρήσεσθε ;
Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε , Κλεομένης δὲ ἀμείβετο τοῖσιδε . ὦ ξεῖνε Μιλήσιε , ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.