μετὰ δὲ ταῦτα θυσίῃσι μεγάλῃσι τὸν ἐν Δελφοῖσι θεὸν ἱλάσκετο · κτήνεά τε γὰρ τὰ θύσιμα πάντα τρισχίλια ἔθυσε , κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους καὶ φιάλας χρυσέας καὶ εἵματα πορφύρεα καὶ κιθῶνας , νήσας πυρὴν μεγάλην , κατέκαιε , ἐλπίζων τὸν θεὸν μᾶλλον τι τούτοισι ἀνακτήσεσθαι · Λυδοῖσι τε πᾶσι προεῖπε θύειν πάντα τινὰ αὐτῶν τούτῳ ὅ τι ἔχοι ἕκαστος .
ὡς δὲ ἐκ τῆς θυσίης ἐγένετο , καταχεάμενος χρυσὸν ἄπλετον ἡμιπλίνθια ἐξ αὐτοῦ ἐξήλαυνε , ἐπὶ μὰν τὰ μακρότερα ποιέων ἑξαπάλαιστα , ἐπὶ δὲ τὰ βραχύτερα τριπάλαιστα , ὕψος δὲ παλαιστιαῖα . ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν , καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα , τρίτον ἡμιτάλαντον ἕκαστον ἕλκοντα , τὰ δὲ ἄλλα ἡμιπλίνθια λευκοῦ χρυσοῦ , σταθμὸν διτάλαντα . ἐποιέετο
δὲ καὶ λέοντος εἰκόνα χρυσοῦ ἀπέφθου ἕλκουσαν σταθμὸν τάλαντα δέκα . οὗτος ὁ λέων , ἐπείτε κατεκαίετο ὁ ἐν Δελφοῖσι νηός , κατέπεσε ἀπὸ τῶν ἡμιπλινθίων ( ἐπὶ γὰρ τούτοισι ἵδρυτο) , καὶ νῦν κεῖται ἐν τῷ Κορινθίων θησαυρῷ , ἕλκων σταθμὸν ἕβδομον ἡμιτάλαντον · ἀπετάκη γὰρ αὐτοῦ τέταρτον ἡμιτάλαντον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.