ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο ὁ Κροῖσος , ὑπερήσθη τε τοῖσι χρηστηρίοισι , πάγχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην , πέμψας αὖτις ἐς Πυθὼ Δελφοὺς δωρέεται , πυθόμενος αὐτῶν τὸ πλῆθος , κατʼ ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ .
Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἀτελείην καὶ προεδρίην , καὶ ἐξεῖναι τῷ βουλομένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.