Ῥοδώπιος μέν νυν πέρι πέπαυμαι . μετὰ δὲ Μυκερῖνον γενέσθαι Αἰγύπτου βασιλέα ἔλεγον οἱ ἱρέες Ἄσυχιν , τὸν τὰ πρὸς ἥλιον ἀνίσχοντα ποιῆσαι τῷ Ἡφαίστῳ προπύλαια , ἐόντα πολλῷ τε κάλλιστα καὶ πολλῷ μέγιστα · ἔχει μὲν γὰρ καὶ τὰ πάντα προπύλαια τύπους τε ἐγγεγλυμμένους καὶ ἄλλην ὄψιν οἰκοδομημάτων μυρίην , ἐκεῖνα δὲ καὶ μακρῷ μάλιστα .
ἐπὶ τούτου βασιλεύοντος ἔλεγον , ἀμιξίης ἐούσης πολλῆς χρημάτων , γενέσθαι νόμον Αἰγυπτίοισι , ἀποδεικνύντα ἐνέχυρον τοῦ πατρὸς τὸν νέκυν οὕτω λαμβάνειν τὸ χρέος · προστεθῆναι δὲ ἔτι τούτῳ τῷ νόμῳ τόνδε , τὸν διδόντα τὸ χρέος καὶ ἁπάσης κρατέειν τῆς τοῦ λαμβάνοντος θήκης , τῷ δὲ ὑποτιθέντι τοῦτο τὸ ἐνέχυρον τήνδε ἐπεῖναι ζημίην μὴ βουλομένῳ ἀποδοῦναι τὸ χρέος , μήτε αὐτῷ ἐκείνῳ τελευτήσαντι εἶναι ταφῆς κυρῆσαι μήτʼ ἐν ἐκείνῳ τῷ πατρωίῳ τάφῳ μήτʼ ἐν ἄλλῳ μηδενί , μήτε ἄλλον μηδένα τῶν ἑωυτοῦ ἀπογενόμενον θάψαι . ὑπερβαλέσθαι
δὲ βουλόμενον τοῦτον τὸν βασιλέα τοὺς πρότερον ἑωυτοῦ βασιλέας γενομένους Αἰγύπτου μνημόσυνον πυραμίδα λιπέσθαι ἐκ πλίνθων ποιήσαντα , ἐν τῇ γράμματα ἐν λίθῳ ἐγκεκολαμμένα τάδε λέγοντα ἐστί . μή
με κατονοσθῇς πρὸς τὰς λιθίνας πυραμίδας · προέχω γὰρ αὐτέων τοσοῦτον ὅσον ὁ Ζεὺς τῶν ἄλλων θεῶν . κοντῷ γὰρ ὑποτύπτοντες ἐς λίμνην , ὅ τι πρόσσχοιτο τοῦ πηλοῦ τῷ κοντῷ , τοῦτο συλλέγοντες πλίνθους εἴρυσαν καί με τρόπῳ τοιούτῳ ἐξεποίησαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.