οἱ δὲ ἰχθύες οἱ ἀγελαῖοι ἐν μὲν τοῖσι ποταμοῖσι οὐ μάλα γίνονται , τρεφόμενοι δὲ ἐν τῇσι λίμνῃσι τοιάδε ποιεῦσι . ἐπεάν σφεας ἐσίῃ οἶστρος κυΐσκεσθαι , ἀγεληδὸν ἐκπλέουσι ἐς θάλασσαν · ἡγέονται δὲ οἱ ἔρσενες ἀπορραίνοντες τοῦ θοροῦ , αἳ δὲ ἑπόμεναι ἀνακάπτουσι καὶ ἐξ αὐτοῦ κυΐσκονται .
ἐπεὰν δὲ πλήρεες γένωνται ἐν τῇ θαλάσσῃ , ἀναπλώουσι ὀπίσω ἐς ἤθεα τὰ ἑωυτῶν ἕκαστοι , ἡγέονται μέντοι γε οὐκέτι οἱ αὐτοί , ἀλλὰ τῶν θηλέων γίνεται ἡ ἡγεμονία · ἡγεύμεναι δὲ ἀγεληδὸν ποιεῦσι οἷόν περ ἐποίευν οἱ ἔρσενες · τῶν γὰρ ᾠῶν ἀπορραίνουσι κατʼ ὀλίγους τῶν κέγχρων , οἱ δὲ ἔρσενες καταπίνουσι ἑπόμενοι . εἰσὶ δὲ οἱ κέγχροι οὗτοι ἰχθύες . ἐκ
δὲ τῶν περιγινομένων καὶ μὴ καταπινομένων κέγχρων οἱ τρεφόμενοι ἰχθύες γίνονται . οἵ δʼ ἂν αὐτῶν ἁλῶσι ἐκπλώοντες ἐς θάλασσαν , φαίνονται τετριμμένοι τὰ ἐπʼ ἀριστερὰ τῶν κεφαλέων , οἳ δʼ ἂν ὀπίσω ἀναπλώοντες , τὰ ἐπὶ δεξιὰ τετρίφαται . πάσχουσι
δὲ ταῦτα διὰ τόδε · ἐχόμενοι τῆς γῆς ἐπʼ ἀριστερὰ καταπλώουσι ἐς θάλασσαν , καὶ ἀναπλώοντες ὀπίσω τῆς αὐτῆς ἀντέχονται , ἐγχριμπτόμενοι καὶ ψαύοντες ὡς μάλιστα , ἵνα δὴ μὴ ἁμάρτοιεν τῆς ὁδοῦ διὰ τὸν ῥόον . ἐπεὰν
δὲ πληθύνεσθαι ἄρχηται ὁ Νεῖλος , τά τε κοῖλα τῆς γῆς καὶ τὰ τέλματα τὰ παρὰ τὸν ποταμὸν πρῶτα ἄρχεται πίμπλασθαι διηθέοντος τοῦ ὕδατος ἐκ τοῦ ποταμοῦ · καὶ αὐτίκα τε πλέα γίνεται ταῦτα καὶ παραχρῆμα ἰχθύων σμικρῶν πίμπλαται πάντα . κόθεν
δὲ οἰκὸς αὐτοὺς γίνεσθαι , ἐγώ μοι δοκέω κατανοέειν τοῦτο · τοῦ προτέρου ἔτεος ἐπεὰν ἀπολίπῃ ὁ Νεῖλος , οἱ ἰχθύες ἐντεκόντες ᾠὰ ἐς τὴν ἰλὺν ἅμα τῷ ἐσχάτῳ ὕδατι ἀπαλλάσσονται · ἐπεὰν δὲ περιελθόντος τοῦ χρόνου πάλιν ἐπέλθῃ τὸ ὕδωρ , ἐκ τῶν ᾠῶν τούτων παραυτίκα γίνονται οἱ ἰχθύες οὗτοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.