ἐν δὲ ταύτῃ τῇ μάχῃ Ἑλλήνων ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Ἑρμόλυκος ὁ Εὐθοίνου , ἀνὴρ παγκράτιον ἐπασκήσας . τοῦτον δὲ τὸν Ἑρμόλυκον κατέλαβε ὕστερον τούτων , πολέμου ἐόντος Ἀθηναίοισί τε καὶ Καρυστίοισι , ἐν Κύρνῳ τῆς Καρυστίης χώρης ἀποθανόντα ἐν μάχῃ κεῖσθαι ἐπὶ Γεραιστῷ . μετὰ δὲ Ἀθηναίους Κορίνθιοι καὶ Τροιζήνιοι καὶ Σικυώνιοι ἠρίστευσαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.