εἶδος δὲ τῆς μὲν ἴβιος τόδε · μέλαινα δεινῶς πᾶσα , σκέλεα δὲ φορέει γεράνου , πρόσωπον δὲ ἐς τὰ μάλιστα ἐπίγρυπον , μέγαθος ὅσον κρέξ . τῶν μὲν δὴ μελαινέων τῶν μαχομενέων πρὸς τοὺς ὄφις ἥδε ἰδέη , τῶν δʼ ἐν ποσὶ μᾶλλον εἱλευμενέων τοῖσι ἀνθρώποισι (διξαὶ γὰρ δή εἰσι ἴβιες )
ψιλὴ τὴν κεφαλὴν καὶ τὴν δειρὴν πᾶσαν , λευκὴ πτεροῖσι πλὴν κεφαλῆς καὶ αὐχένος καὶ ἀκρέων τῶν πτερύγων καὶ τοῦ πυγαίου ἄκρου (ταῦτα δὲ τὰ εἶπον πάντα μέλανα ἐστὶ δεινῶς ) , σκέλεα δὲ καὶ πρόσωπον ἐμφερὴς τῇ ἑτέρῃ . τοῦ δὲ ὄφιος ἡ μορφὴ οἵη περ τῶν ὕδρων , πτίλα
δὲ οὐ πτερωτὰ φορέει ἀλλὰ τοῖσι τῆς νυκτερίδος πτεροῖσι μάλιστά κῃ ἐμφερέστατα . Τοσαῦτα
μὲν θηρίων πέρι ἱρῶν εἰρήσθω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.