οὗτοι ἦσαν οἵ τε ὑποδεξάμενοι καὶ οἱ πρὸ τῶν ἄλλων τῶν παρεόντων Ἑλλήνων ἐς Ἐρυθρὰς ταχθέντες , τοὺς τοξότας προσελόμενοι . μαχομένων δὲ σφέων ἐπὶ χρόνον τέλος τοιόνδε ἐγένετο τῆς μάχης . προσβαλλούσης τῆς ἵππου κατὰ τέλεα , ὁ Μασιστίου προέχων τῶν ἄλλων ἵππος βάλλεται τοξεύματι τὰ πλευρά , ἀλγήσας δὲ ἵσταταί τε ὀρθὸς καὶ ἀποσείεται τὸν Μασίστιον ·
πεσόντι δὲ αὐτῷ οἱ Ἀθηναῖοι αὐτίκα ἐπεκέατο . τόν τε δὴ ἵππον αὐτοῦ λαμβάνουσι καὶ αὐτὸν ἀμυνόμενον κτείνουσι , κατʼ ἀρχὰς οὐ δυνάμενοι . ἐνεσκεύαστο γὰρ οὕτω · ἐντὸς θώρηκα εἶχε χρύσεον λεπιδωτόν , κατύπερθε δὲ τοῦ θώρηκος κιθῶνα φοινίκεον ἐνεδεδύκεε . τύπτοντες δὲ ἐς τὸν θώρηκα ἐποίευν οὐδέν , πρίν γε δὴ μαθών τις τὸ ποιεύμενον παίει μιν ἐς τὸν ὀφθαλμόν . οὕτω δὴ ἔπεσέ τε καὶ ἀπέθανε . ταῦτα
δέ κως γινόμενα ἐλελήθεε τοὺς ἄλλους ἱππέας · οὔτε γὰρ πεσόντα μιν εἶδον ἀπὸ τοῦ ἵππου οὔτε ἀποθνήσκοντα , ἀναχωρήσιός τε γινομένης καὶ ὑποστροφῆς οὐκ ἔμαθον τὸ γινόμενον . ἐπείτε δὲ ἔστησαν , αὐτίκα ἐπόθεσαν , ὥς σφεας οὐδεὶς ἦν ὁ τάσσων μαθόντες δὲ τὸ γεγονός , διακελευσάμενοι ἤλαυνον τοὺς ἵππους πάντες , ὡς ἂν τὸν νεκρὸν ἀνελοίατο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.