ἐν δὲ τῷ πόνῳ τούτῳ ἀπὸ μὲν ἔθανε ὁ στρατηγὸς Ἀριαβίγνης ὁ Δαρείου , Ξέρξεω ἐὼν ἀδελφεός , ἀπὸ δὲ ἄλλοι πολλοί τε καὶ ὀνομαστοὶ Περσέων καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων , ὀλίγοι δὲ τινὲς καὶ Ἑλλήνων · ἅτε γὰρ νέειν ἐπιστάμενοι , τοῖσι αἱ νέες διεφθείροντο , καὶ μὴ ἐν χειρῶν νόμῳ ἀπολλύμενοι , ἐς τὴν Σαλαμῖνα διένεον .
τῶν δὲ βαρβάρων οἱ πολλοὶ ἐν τῇ θαλάσσῃ διεφθάρησαν νέειν οὐκ ἐπιστάμενοι . ἐπεὶ δὲ αἱ πρῶται ἐς φυγὴν ἐτράποντο , ἐνθαῦτα αἱ πλεῖσται διεφθείροντο · οἱ γὰρ ὄπισθε τεταγμένοι , ἐς τὸ πρόσθε τῇσι νηυσὶ παριέναι πειρώμενοι ὡς ἀποδεξόμενοί τι καὶ αὐτοὶ ἔργον βασιλέι , τῇσι σφετέρῃσι νηυσὶ φευγούσῃσι περιέπιπτον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.