τοὺς μέν νυν Ἀθηναίους τοιαῦτα τὸν χρόνον τοῦτον ἐπυνθάνετο ὁ Κροῖσος κατέχοντα , τοὺς δὲ Λακεδαιμονίους ἐκ κακῶν τε μεγάλων πεφευγότας καὶ ἐόντας ἤδη τῷ πολέμῳ κατυπερτέρους Τεγεητέων . ἐπὶ γὰρ Λέοντος βασιλεύοντος καὶ Ἡγησικλέος ἐν Σπάρτῃ τοὺς ἄλλους πολέμους εὐτυχέοντες οἱ Λακεδαιμόνιοι πρὸς Τεγεήτας μούνους προσέπταιον .
τὸ δὲ ἔτι πρότερον τούτων καί κακονομώτατοι ἦσαν σχεδὸν πάντων Ἑλλήνων κατά τε σφέας αὐτοὺς καὶ ξείνοισι ἀπρόσμικτοι · μετέβαλον δὲ ὧδε ἐς εὐνομίην . Λυκούργου τῶν Σπαρτιητέων δοκίμου ἀνδρὸς ἐλθόντος ἐς Δελφοὺς ἐπὶ τὸ χρηστήριον , ὡς ἐσήιε ἐς τὸ μέγαρον , εὐθὺς ἡ Πυθίη λέγει τάδε . ἥκεις
ὦ Λυκόοργε ἐμὸν ποτὶ πίονα νηόν1φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι .1ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον .1ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι , ὦ Λυκόοργε .1
οἳ μὲν δή τινες πρὸς τούτοισι λέγουσι καὶ φράσαι αὐτῷ τὴν Πυθίην τὸν νῦν κατεστεῶτα κόσμον Σπαρτιήτῃσι . ὡς δʼ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι , Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβώτεω , ἀδελφιδέου μὲν ἑωυτοῦ βασιλεύοντος δὲ Σπαρτιητέων , ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα . ὡς
γὰρ ἐπετρόπευσε τάχιστα , μετέστησε τὰ νόμιμα πάντα , καὶ ἐφύλαξε ταῦτα μὴ παραβαίνειν · μετὰ δὲ τὰ ἐς πόλεμον ἔχοντα , ἐνωμοτίας καὶ τριηκάδας καὶ συσσίτια , πρός τε τούτοισι τοὺς ἐφόρους καὶ γέροντας ἔστησε Λυκοῦργος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.