ταῦτα μὲν παρὰ τὸν Ὕπανιν ποταμὸν ἐστι ἔθνεα πρὸς ἑσπέρης τοῦ Βορυσθένεος · ἀτὰρ διαβάντι τὸν Βορυσθένεα ἀπὸ θαλάσσης πρῶτον μὲν ᾗ Ὑλαίη , ἀπὸ δὲ ταύτης ἄνω ἰόντι οἰκέουσι Σκύθαι γεωργοί , τοὺς Ἕλληνές οἱ οἰκέοντες ἐπὶ τῷ Ὑπάνι ποταμῷ καλέουσι Βορυσθενεΐτας , σφέας δὲ αὐτοὺς Ὀλβιοπολίτας . οὗτοι
ὦν οἱ γεωργοὶ Σκύθαι νέμονται τὸ μὲν πρὸς τὴν ἠῶ ἐπὶ τρεῖς ἡμέρας ὁδοῦ , κατήκοντες ἐπὶ ποταμὸν τῷ οὔνομα κεῖται Παντικάπης , τὸ δὲ πρὸς βορέην ἄνεμον πλόον ἀνὰ τὸν Βορυσθένεα ἡμερέων ἕνδεκα . ἤδη δὲ κατύπερθε τούτων ἡ ἔρημος ἐστὶ ἐπὶ πολλὸν . μετὰ
δὲ τὴν ἔρημον Ἀνδροφάγοι οἰκέουσι , ἔθνος ἐὸν ἴδιον καὶ οὐδαμῶς Σκυθικόν . τὸ δὲ τούτων κατύπερθε ἔρημον ἤδη ἀληθέως καὶ ἔθνος ἀνθρώπων οὐδέν , ὅσον ἡμεῖς ἴδμεν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.